Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς,
- μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
- βροντῆς μύκημʼ ἀτέραμνον.
- ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼ
- ὅ τι καὶ πείσεις· οὐ γὰρ δή που
- τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
- πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;
- μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·
- τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
- κοὐκ ἔστι νόσος
- τῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον.
- ἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγω
- μηδὲ πρὸς ἄτης θηραθεῖσαι
- μέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼ
- ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
- πῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼ
- ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ