Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν
- πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ
- ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ
- ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων
- αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
- κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
- συγχώσειεν τῶν οὐρανίων
- ἄστρων διόδους· εἴς τε κελαινὸν
- Τάρταρον ἄρδην ῥίψειε δέμας
- τοὐμὸν ἀνάγκης στερραῖς δίναις·
- πάντως ἐμέ γʼ οὐ θανατώσει.
- τοιάδε μέντοι τῶν φρενοπλήκτων
- βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι.
- τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν
- ἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;
- ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναις
- συγκάμνουσαι ταῖς τοῦδε τόπων