Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
  2. τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ
  3. πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν
  4. εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ.
Χορός
  1. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
  2. λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν
  3. μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
  4. πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς
  1. εἰδότι τοί μοι τάσδʼ ἀγγελίας