Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς
- ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.
- πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν
- πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ
- ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ
- ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων
- αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
- κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
- συγχώσειεν τῶν οὐρανίων