Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. διαρταμήσει σώματος μέγα ῥάκος,
  2. ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
  3. κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.
  4. τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
  5. πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
  6. φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν
  7. Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.
  8. πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος
  9. ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·