Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
  2. οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
  3. ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
  4. φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
  5. πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
  6. τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.
  7. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
  8. ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
  9. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως