Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν
  2. μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
  3. πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς
  1. εἰδότι τοί μοι τάσδʼ ἀγγελίας
  2. ὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶς
  3. ἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.
  4. πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲν
  5. πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼ
  6. ἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼ
  7. ἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένων
  8. αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
  9. κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
  10. συγχώσειεν τῶν οὐρανίων
  11. ἄστρων διόδους· εἴς τε κελαινὸν
  12. Τάρταρον ἄρδην ῥίψειε δέμας
  13. τοὐμὸν ἀνάγκης στερραῖς δίναις·
  14. πάντως ἐμέ γʼ οὐ θανατώσει.
Ἑρμῆς
  1. τοιάδε μέντοι τῶν φρενοπλήκτων
  2. βουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι.
  3. τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίειν