Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
Προμηθεύς
  1. ὦπται[*](ὦπται recc. (et schol. τεθεώρηται): ὦ παῖ M) πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
  1. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
  2. πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
Προμηθεύς
  1. ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
  2. εἰσελθέτω σε μήποθ᾽ ὡς[*](μήποθ᾽ ὡς m1 et recc.: μη πάθ᾽ M) ἐγὼ Διὸς
  3. γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
  4. καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
  5. γυναικομίμοις ὑπτιάσμασιν χερῶν
  6. λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.
Ἑρμῆς
  1. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν:
  2. τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς
  3. ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
  4. πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
  5. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι.
  6. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
  7. αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
  8. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
  9. οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
  10. ἔπεισ᾽ ἄφυκτος:[*](ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m1) πρῶτα μὲν γὰρ ὀκρίδα