Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν[*](σμικρὰν Brunck: μικρὰν codd.) νόσον.
Προμηθεύς
  1. νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
  1. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς
  1. ὤμοι.
Ἑρμῆς
  1. τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύς
  1. ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
Ἑρμῆς
  1. καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
  1. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
Ἑρμῆς
  1. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθεύς
  1. καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
Ἑρμῆς
  1. ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.[*](ὥστε παῖδά με Hermann: ὡς παῖδά με M: ὡς παῖδ᾽ ὄντα με recc. duo)
Προμηθεύς
  1. οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος,
  2. εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
  3. οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
  4. προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
  5. πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
  6. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα[*](αἰθαλοῦσσα Canter: αἰθάλουσα codd.) φλόξ,
  7. λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
  8. χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω:
  9. γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι[*](φράσαι recc.: φράσειν M)
  10. πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.