Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
  2. πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
  3. τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
  4. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
  5. ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι[*](σοι rec.: τοι codd. cett.)
  6. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
  7. διαρταμήσει σώματος μέγα ῥάκος,
  8. ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
  9. κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται.[*](ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd.)
  10. τοιοῦδε μόχθου τέρμα μή τι[*](τι rec.: τοι M) προσδόκα,
  11. πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
  12. φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
  13. Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
  14. πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος
  15. ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος:[*](fort. ἐτήτυμος Hartung)
  16. ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
  17. τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
  18. πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν
  19. εὐβουλίας ἀμείνον᾽[*](ἄμεινον mutatum in ἀμείνον᾽ M) ἡγήσῃ ποτέ.
Χορός
  1. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται