Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
- εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
- ὤμοι.
- τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
- ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
- καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
- σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
- ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
- καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
- ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.[*](ὥστε παῖδά με Hermann: ὡς παῖδά με M: ὡς παῖδ᾽ ὄντα με recc. duo)