Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
- χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
- χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
- ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
- ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
- ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
- ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
- κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν[*](σμικρὰν Brunck: μικρὰν codd.) νόσον.