Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος,
- εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
- οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
- προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
- πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
- πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα[*](αἰθαλοῦσσα Canter: αἰθάλουσα codd.) φλόξ,
- λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
- χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω:
- γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι[*](φράσαι recc.: φράσειν M)