Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
  2. τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
  3. αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
  4. ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
  5. πολλοῦ γε[*](γε recc.: δὲ M) καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
  6. κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν:
  7. πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
  1. τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
  2. ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.[*](καθώρμισας recc.: καθώρ.οσας M (litura post ρ, ο ex ι factum))
Προμηθεύς
  1. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
  2. σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
Ἑρμῆς
  1. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ[*](hos duo vv., Prometheo in codd. continuatos, Herm. tribuit Erfurdt)
  2. ἢ πατρὶ φῦναι[*](φῦναι recc.: φῆναι M) Ζηνὶ πιστὸν[*](πιστὸν recc.: πιστὸν δ᾽ M (correctum in πιστόν τ᾽ m1)) ἄγγελον.[*](post hunc v. sunt qui excidisse aliquid putent, fort. iniuria)
Προμηθεύς
  1. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆς
  1. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθεύς
  1. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
  2. ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
Ἑρμῆς
  1. ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
  1. ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
  2. ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.