Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- σέβου, προσεύχου, θῶπτε[*](θῶπτε Turnebus, et sic ante correct. M: θώπευε recc. et sic m suprascr.) τὸν κρατοῦντ᾽ ἀεί.
- ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
- δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον
- ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
- ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
- τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
- πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
- σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
- τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις[*](ἐφημέροις recc.: τὸν ἡμέροις M)
- πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω:
- πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
- αὐδᾶν, πρὸς ὧν[*](ὧν Elmsley: ὧν τ᾽ codd.) ἐκεῖνος ἐκπίπτει κράτους:
- καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
- ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε:[*](ἕκαστ᾽ ἔκφραζε recc.: ἕκαστα φράζε M) μηδέ μοι διπλᾶς
- ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι
- Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
- σεμνόστομός γε καὶ φρονήματος πλέως
- ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
- νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
- ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ