Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θαλασσίαν τε γῆς τινάκτειραν †νόσον[*](corruptum: νόσων M, obscure in νόσον mutatum: βάθρων Herwerden: πέδων Wecklein: praestat fortasse τινάκτορ᾽ ἔννοσιν Hartung)
  2. τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
  3. πταίσας δὲ τῷδε πρὸς κακῷ[*](κακῶν (ῷ supra scr. m1) M) μαθήσεται
  4. ὅσον τό τ᾽ ἄρχειν[*](ἄρχειν (ειν in litura m) M) καὶ τὸ δουλεύειν δίχα.
Χορός
  1. σύ θην[*](σύ θην M: σὺ δὴν m1) ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
  1. ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
Χορός
  1. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
  1. καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.
Χορός
  1. πῶς δ᾽[*](δ᾽ om. M) οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύς
  1. τί δ᾽ ἂν[*](δ᾽ ἂν recc.: δαὶ M) φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
  1. ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽[*](τοῦδ᾽ ἔτ᾽ Elmsley: του-δέ γ᾽ codd.) ἀλγίω πόροι.
Προμηθεύς
  1. ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι.
Χορός
  1. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
  1. σέβου, προσεύχου, θῶπτε[*](θῶπτε Turnebus, et sic ante correct. M: θώπευε recc. et sic m suprascr.) τὸν κρατοῦντ᾽ ἀεί.
  2. ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
  3. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον
  4. ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.