Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,[*](αὐθάδη φρονῶν recc. m1: αὐθάδης φρενῶν M)
  2. ἔσται ταπεινός, οἷον ἐξαρτύεται
  3. γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
  4. θρόνων τ᾽[*](θρόνων τ᾽ recc.: θρόνων M) ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽[*](δ᾽ Turnebus: τ᾽ codd.) ἀρὰ
  5. Κρόνου τότ᾽[*](τόδ᾽ M, mutatum in τότ᾽ m1) ἤδη παντελῶς κρανθήσεται,
  6. ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν[*](δηναιὸν M, δηναιῶν supra scr. m1) θρόνων.
  7. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
  8. δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
  9. ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν[*](νῦν M)
  10. θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
  11. πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
  12. οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
  13. πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά:
  14. τοῖον παλαιστὴν νῦν παρασκευάζεται
  15. ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας:
  16. ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει[*](εὑρήσει recc.: εὑρήσοι M) φλόγα,
  17. βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον: