Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
  2. τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
  3. πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
  1. σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
  2. τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις[*](ἐφημέροις recc.: τὸν ἡμέροις M)
  3. πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω:
  4. πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
  5. αὐδᾶν, πρὸς ὧν[*](ὧν Elmsley: ὧν τ᾽ codd.) ἐκεῖνος ἐκπίπτει κράτους:
  6. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
  7. ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε:[*](ἕκαστ᾽ ἔκφραζε recc.: ἕκαστα φράζε M) μηδέ μοι διπλᾶς
  8. ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι
  9. Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
  1. σεμνόστομός γε καὶ φρονήματος πλέως
  2. ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
  3. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
  4. ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
  5. δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;