Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
- καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
- μήτε τῶν γέννᾳ μεγαλυνομένων
- ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
- μήποτε μήποτέ μ᾽, ὦ
- <πότνιαι>[*](πότνιαι add. Winckelmann) Μοῖραι, λεχέων Διὸς εὐνά-
- τειραν ἴδοισθε πέλουσαν:
- μηδὲ πλαθείην γαμέτᾳ[*](πλαθείην γαμέτᾳ Canter: πλαθείη ἐν γαμετῷ M, correctum in πλασθείην ἐν γαμέτᾳ m1) τινὶ τῶν ἐξ οὐρανοῦ.
- ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
- εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν[*](ἀμαλαπτομέναν (ex Hesych. et Phot.) Weil; γάμω δαπτομέναν codd.: μέγα δαπτομέναν Schütz)
- δυσπλάνοις[*](δυσπλάνοις recc.: δυσπλάγχνοις M) Ἥρας ἀλατείαις πόνων.
- ἐμοὶ δ᾽ ὅτε[*](ὅτε Arnaldus: ὅτι codd.) μὲν ὁμαλὸς ὁ γάμος,[*](sunt qui in stroph. et antist. restituant, mutata tamen nimium codd. lectione)
- ἄφοβος: [οὐ δέδια:]:[*](οὐ δέδια seclusit Bothe) μηδὲ κρεισσόνων θεῶν
- [ἔρως][*](ἔρως seclusit Schütz) ἄφυκτον ὄμμα προσδράκοι[*](προσδράκοι Salvinius: προσδάρκοι M) με.
- ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος:
- οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν: τὰν Διὸς γὰρ οὐχ ὁρῶ
- μῆτιν ὅπα φύγοιμ᾽ ἄν.