Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μηδὲ πλαθείην γαμέτᾳ[*](πλαθείην γαμέτᾳ Canter: πλαθείη ἐν γαμετῷ M, correctum in πλασθείην ἐν γαμέτᾳ m1) τινὶ τῶν ἐξ οὐρανοῦ.
  2. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
  3. εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν[*](ἀμαλαπτομέναν (ex Hesych. et Phot.) Weil; γάμω δαπτομέναν codd.: μέγα δαπτομέναν Schütz)
  4. δυσπλάνοις[*](δυσπλάνοις recc.: δυσπλάγχνοις M) Ἥρας ἀλατείαις πόνων.
Χορός
  1. ἐμοὶ δ᾽ ὅτε[*](ὅτε Arnaldus: ὅτι codd.) μὲν ὁμαλὸς ὁ γάμος,[*](sunt qui in stroph. et antist. restituant, mutata tamen nimium codd. lectione)
  2. ἄφοβος: [οὐ δέδια:]:[*](οὐ δέδια seclusit Bothe) μηδὲ κρεισσόνων θεῶν
  3. [ἔρως][*](ἔρως seclusit Schütz) ἄφυκτον ὄμμα προσδράκοι[*](προσδράκοι Salvinius: προσδάρκοι M) με.
  4. ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος:
  5. οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν: τὰν Διὸς γὰρ οὐχ ὁρῶ
  6. μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
Προμηθεύς
  1. ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,[*](αὐθάδη φρονῶν recc. m1: αὐθάδης φρενῶν M)
  2. ἔσται ταπεινός, οἷον ἐξαρτύεται
  3. γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
  4. θρόνων τ᾽[*](θρόνων τ᾽ recc.: θρόνων M) ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽[*](δ᾽ Turnebus: τ᾽ codd.) ἀρὰ
  5. Κρόνου τότ᾽[*](τόδ᾽ M, mutatum in τότ᾽ m1) ἤδη παντελῶς κρανθήσεται,
  6. ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν[*](δηναιὸν M, δηναιῶν supra scr. m1) θρόνων.
  7. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
  8. δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
  9. ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν[*](νῦν M)
  10. θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις