Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐλελεῦ,[*](ἐλελεῦ (bis) Pauw: ἐλελελελελεῦ M) ἐλελεῦ,
  2. ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
  3. μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις
  4. χρίει μ᾽ ἄπυρος:
  5. κραδία[*](κραδία recc.: καρδία M) δὲ φόβῳ φρένα λακτίζει.
  6. τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
  7. ἔξω δὲ δρόμου φέρομαι λύσσης
  8. πνεύματι μάργῳ, γλώσσης ἀκρατής:
  9. θολεροὶ δὲ λόγοι παίουσ᾽[*](παίουσ᾽ recc.: πταίουσ᾽ M) εἰκῆ
  10. στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορός
  1. ἦ σοφὸς ἦ σοφὸς [ἦν][*](ἦν seclusit Triclinius) ὃς
  2. πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
  3. σᾳ διεμυθολόγησεν,
  4. ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
  5. καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
  6. μήτε τῶν γέννᾳ μεγαλυνομένων
  7. ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Χορός
  1. μήποτε μήποτέ μ᾽, ὦ
  2. <πότνιαι>[*](πότνιαι add. Winckelmann) Μοῖραι, λεχέων Διὸς εὐνά-
  3. τειραν ἴδοισθε πέλουσαν: