Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
- ἥξουσι θηρεύοντες[*](θηρεύοντες recc.: θηρεύσοντες M) οὐ θηρασίμους
- γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός:
- Πελασγία δὲ δέξεται θηλυκτόνῳ
- Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει:
- γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
- δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος:
- τοιάδ᾽ ἐπ᾽[*](ἐπ᾽ recc.: ἐς M) ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
- μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
- κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται
- γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται,
- κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος:
- αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.
- μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
- σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
- τόξοισι κλεινὸς <ἶνισ>,[*](ἶνις add. ἐκ τῶνδ᾽ seclusit Wecklein) ὃς πόνων [ἐκ τῶνδ᾽] ἐμὲ
- λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
- μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις:
- ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου
- εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.