Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
  2. ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις:
  3. χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
  4. σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,[*](κεκλήσεται recc.: κληθήσεται M)
  5. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
  6. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
  7. ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
  8. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
  9. ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
  10. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
  11. Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
  12. ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
  13. ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
  14. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
  15. τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
  16. ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα:
  17. πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις[*](πεντηκοντάπαις recc.: πεντηκοντόπαις M)
  18. πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
  19. θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
  20. ἀνεψιῶν: οἱ δ᾽ ἐπτοημένοι φρένας,