Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
  2. μέλλουσ᾽ ἔσεσθαι: τῶνδε προσσαίνει σέ τι;[*](προσσαίνει σέ τι recc.: προσαίν, εισ́. τί M, σίτι m1)
  3. ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
  4. κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
  5. ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις:
  6. χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
  7. σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,[*](κεκλήσεται recc.: κληθήσεται M)
  8. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
  9. σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,