Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
  2. τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
  3. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
  4. πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
  5. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,[*](γάπεδα Porson: δάπεδα codd.)
  6. τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα
  7. μαντεῖα θᾶκός τ᾽[*](θᾶκός τ᾽ Brunck: θῶκος M, τ᾽ add. m) ἐστὶ Θεσπρωτοῦ Διός,
  8. τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,
  9. ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως