Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
  2. τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
  3. ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
  4. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
  5. Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
  6. ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
  7. ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
  8. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
  9. τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται