Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
  2. ἐπανδίπλαζε[*](ἐπανδίπλαζε Dindorf: ἐπαναδίπλαζε codd.) καὶ σαφῶς ἐκμάνθανε:
  3. σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.[*](om. M, in margine scr. m)
Χορός
  1. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
  2. ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
  3. λέγ᾽: εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν
  4. δὸς ἥνπερ[*](ἥνπερ Hermann: ἥντιν᾽ codd.) αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
  1. τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
  2. ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,