Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δὸς ἥνπερ[*](ἥνπερ Hermann: ἥντιν᾽ codd.) αἰτούμεσθα, μέμνησαι δέ που.
- τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
- ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
- ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
- τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
- ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
- πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
- ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,[*](γάπεδα Porson: δάπεδα codd.)
- τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα
- μαντεῖα θᾶκός τ᾽[*](θᾶκός τ᾽ Brunck: θῶκος M, τ᾽ add. m) ἐστὶ Θεσπρωτοῦ Διός,
- τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,
- ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
- προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
- μέλλουσ᾽ ἔσεσθαι: τῶνδε προσσαίνει σέ τι;[*](προσσαίνει σέ τι recc.: προσαίν, εισ́. τί M, σίτι m1)
- ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
- κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
- ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις: