Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
- σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,[*](κεκλήσεται recc.: κληθήσεται M)
- τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
- σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
- ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
- τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
- ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
- ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
- Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
- ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
- ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
- ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
- τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
- ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα:
- πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις[*](πεντηκοντάπαις recc.: πεντηκοντόπαις M)
- πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
- θηλύσπορος, φεύγουσα συγγενῆ γάμον