Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον
- οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου:[*](πόρου recc.: πόρον M)
- τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
- ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
- ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
- τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
- καταβασμόν, ἔνθα Βιβλίνων[*](βιβλίνων M schol.: βυβλίνων recc.) ὀρῶν ἄπο
- ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
- οὗτός σ᾽ ὁδώσει[*](σε δώσει correctum in σ᾽ ὁδώσει M) τὴν τρίγωνον ἐς χθόνα
- Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
- Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
- τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
- ἐπανδίπλαζε[*](ἐπανδίπλαζε Dindorf: ἐπαναδίπλαζε codd.) καὶ σαφῶς ἐκμάνθανε:
- σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.[*](om. M, in margine scr. m)
- εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
- ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
- λέγ᾽: εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν