Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
- ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
- ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
- τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
- καταβασμόν, ἔνθα Βιβλίνων[*](βιβλίνων M schol.: βυβλίνων recc.) ὀρῶν ἄπο
- ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
- οὗτός σ᾽ ὁδώσει[*](σε δώσει correctum in σ᾽ ὁδώσει M) τὴν τρίγωνον ἐς χθόνα
- Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
- Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.