Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
- ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
- συλῶν ἐφημέροισι προστίθει. τί σοι
- οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
- ψευδωνύμως σε δαίμονες Προμηθέα
- καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως,
- ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης.[*](τέχνης M: τύχης recc. aliquot)
- χρόνον ἀθλεύσω.
- τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
- ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
- φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
- πῆμα στενάχω, πῇ[*](πῇ Turnebus: ποῖ codd.) ποτε μόχθων
- χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.