Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καίτοι τί φημι; πάντα προυξεπίσταμαι
- σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
- πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
- αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
- τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
- ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
- οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
- πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας:
- ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
- πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
- πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
- τοιῶνδε[*](τοιῶνδε recc.: τοιάσδε M) ποινὰς ἀμπλακημάτων τίνω
- ὑπαιθρίοις[*](ὑπαιθρίοις Blomfield: ὑπαίθριος codd.) δεσμοῖς πεπασσαλευμένος.[*](δεσμοῖς πεπασσαλευμένος C. G. Haupt: δεσμοῖσι πασσαλευμένος M recc. aliquot: δεσμοῖσι πασσαλευτός recc. plerique)