Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
- μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
- πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
- ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
- στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
- αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω[*](ὑποστένω mutatum in ὑπερστένω M) πόνων.
- σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
- στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
- ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
- ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.[*](τωνδε, ό supra scr. M)
- ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
- δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
- ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
- χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
- καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
- ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας:
- ὡς οὑπιτιμητής γε[*](γε recc. m1: σε M) τῶν ἔργων βαρύς.
- ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
- σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
- ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.