Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
- δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
- ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς:
- τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.
- ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν:
- ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
- γρῦπας φύλαξαι, τόν τε μουνῶπα[*](μουνῶπα M: αν supra α scr. m1) στρατὸν
- Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον
- οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου:[*](πόρου recc.: πόρον M)