Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
  2. ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν[*](ἠπείροιν Herwerden: ἠπείρων codd. post 791 lacunam indicat Heath) ὅρον,
  3. πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
  4. ---
  5. πόντου[*](πόντου recc.: πόντον M) περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ
  6. πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
  7. αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
  8. τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
  9. μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται
  10. ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ.
  11. πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
  12. δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
  13. ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς:
  14. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.
  15. ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν:
  16. ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
  17. γρῦπας φύλαξαι, τόν τε μουνῶπα[*](μουνῶπα M: αν supra α scr. m1) στρατὸν