Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων[*](αὐτὸν ἐκγόνων recc.: αὐτῶν ἐγγόνων M) εἶναι χρεών.
- πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
- τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
- ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
- καὶ μηδὲ σαυτῆς γ᾽[*](γ᾽ Hermann: τ᾽ M) ἐκμαθεῖν ζήτει πόνους.
- μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
- δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
- ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
- δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
- φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
- τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
- θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου:[*](λόγου Elmsley: λόγους codd.)
- καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
- ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ.
- ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
- τὸ μὴ οὐ γεγωνεῖν[*](μὴ γεγωνεῖν (οὐ suprascr. m) M) πᾶν ὅσον προσχρῄζετε.
- σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,