Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
- μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
- ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;[*](hos tres vv. in M recitat Io)
- ἥδοι᾽ ἄν,[*](ἥδοι᾽ ἄν Dawes: ἥδοιο ἄν rec.: ἥδοιμ᾽ ἄν M) οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
- πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
- ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν[*](σοι μαθεῖν Turnebus: μαθεῖν σοι codd. (M in lit.)) πάρα.
- πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
- πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
- ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
- γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ.[*](ἀσχαλεῖ L. Dindorf: ἀσχαλᾷ codd.)
- θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
- τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
- ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
- ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
- οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
- οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
- τίς οὖν ὁ λύσων σ᾽[*](σ᾽ recc.: om. M) ἐστὶν ἄκοντος Διός;