Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἥδοι᾽ ἄν,[*](ἥδοι᾽ ἄν Dawes: ἥδοιο ἄν rec.: ἥδοιμ᾽ ἄν M) οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
- πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
- ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν[*](σοι μαθεῖν Turnebus: μαθεῖν σοι codd. (M in lit.)) πάρα.
- πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
- πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
- ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
- γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ.[*](ἀσχαλεῖ L. Dindorf: ἀσχαλᾷ codd.)
- θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
- τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
- ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
- ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
- οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
- οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
- τίς οὖν ὁ λύσων σ᾽[*](σ᾽ recc.: om. M) ἐστὶν ἄκοντος Διός;
- τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων[*](αὐτὸν ἐκγόνων recc.: αὐτῶν ἐγγόνων M) εἶναι χρεών.
- πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
- τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
- ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
- καὶ μηδὲ σαυτῆς γ᾽[*](γ᾽ Hermann: τ᾽ M) ἐκμαθεῖν ζήτει πόνους.
- μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.