Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.
- πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
- μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
- εἶναι δόκει σοὶ μηδέπω ᾽ν[*](μηδέπω ᾽ν Turnebus: μηδ᾽ ἐπῶν codd.) προοιμίοις.
- ἰώ μοί μοι, ἐή.
- σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει: τί που
- δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
- ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
- δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
- τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
- ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
- ὅπως πέδοι[*](πέδοι Dindorf: πέδω M) σκήψασα τῶν πάντων πόνων
- ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
- ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
- ἦ δυσπετῶς[*](ἦ δυσπετῶς recc.: ἦδυπετῶς correctum in ἡδυπετῶς M) ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
- ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον:
- αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή:
- νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
- μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
- ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;[*](hos tres vv. in M recitat Io)