Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
- ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
- δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
- φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
- τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
- θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου:[*](λόγου Elmsley: λόγους codd.)
- καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
- ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ.
- ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
- τὸ μὴ οὐ γεγωνεῖν[*](μὴ γεγωνεῖν (οὐ suprascr. m) M) πᾶν ὅσον προσχρῄζετε.
- σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
- ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
- ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν[*](ἠπείροιν Herwerden: ἠπείρων codd. post 791 lacunam indicat Heath) ὅρον,
- πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
- ---
- πόντου[*](πόντου recc.: πόντον M) περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ
- πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
- αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
- τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
- μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται