Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
  1. δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
  1. τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
  2. ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
  3. ὅπως πέδοι[*](πέδοι Dindorf: πέδω M) σκήψασα τῶν πάντων πόνων
  4. ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
  5. ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
  1. ἦ δυσπετῶς[*](ἦ δυσπετῶς recc.: ἦδυπετῶς correctum in ἡδυπετῶς M) ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
  2. ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον: