Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή:
  2. νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
  3. μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
  1. ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;[*](hos tres vv. in M recitat Io)
Προμηθεύς
  1. ἥδοι᾽ ἄν,[*](ἥδοι᾽ ἄν Dawes: ἥδοιο ἄν rec.: ἥδοιμ᾽ ἄν M) οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
Ἰώ
  1. πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
  1. ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν[*](σοι μαθεῖν Turnebus: μαθεῖν σοι codd. (M in lit.)) πάρα.
Ἰώ
  1. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
  1. πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.