Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
  2. βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
  3. χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.
  4. πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
  5. μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
  6. εἶναι δόκει σοὶ μηδέπω ᾽ν[*](μηδέπω ᾽ν Turnebus: μηδ᾽ ἐπῶν codd.) προοιμίοις.
Ἰώ
  1. ἰώ μοί μοι, ἐή.
Προμηθεύς
  1. σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει: τί που
  2. δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;