Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
- πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
- ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
- κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
- κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
- βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν
- ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε
- κατοικιοῦσιν[*](κατοικοῦσιν (correctum in κατοικιοῦσιν m1) M) ἀμφὶ Θερμώδονθ᾽, ἵνα
- τραχεῖα πόντου Σαλμυδησσία γνάθος
- ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν:
- αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
- ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
- Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
- λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν:
- ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
- τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος
- κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον
- ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ
- ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
- βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς