Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
- σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
- θυμῷ βάλ᾽,[*](βάλ᾽ recc.: μάθ᾽ M) ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
- πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
- στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας:
- Σκύθας δ᾽ ἀφίξει νομάδας, οἳ πλεκτὰς στέγας
- πεδάρσιοι ναίουσ᾽[*](ναίουσ᾽ recc.: νέουσ᾽ M) ἐπ᾽ εὐκύκλοις ὄχοις,
- ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι:[*](ἐξηρτυμένοι rec.: ἐξηρτημένοι M)
- οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας[*](πόδας Turnebus: γύποδας codd.)
- χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
- λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
- οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
- ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι[*](πρόσπλατοι Elmsley: πρόσπλαστοι codd.) ξένοις.
- ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
- ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
- πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
- ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος