Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
  2. κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
  3. βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν
  4. ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε
  5. κατοικιοῦσιν[*](κατοικοῦσιν (correctum in κατοικιοῦσιν m1) M) ἀμφὶ Θερμώδονθ᾽, ἵνα
  6. τραχεῖα πόντου Σαλμυδησσία γνάθος
  7. ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν:
  8. αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
  9. ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
  10. Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
  11. λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν:
  12. ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
  13. τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος
  14. κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον
  15. ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ
  16. ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
  17. βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς