Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορός
  1. ἔα ἔα, ἄπεχε, φεῦ:
  2. οὔποθ᾽ <ὧδ᾽>[*](οὔποθ᾽ ὧδ᾽ Wecklein: οὔποτ᾽ codd.) οὔποτ᾽ ηὔχουν[*](ηὔχουν schol., recc.: ηὐχόμην M) ξένους
  3. μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
  4. οὐδ᾽ ὧδε δυσθέατα καὶ[*](καὶ recc.: omittit M) δύσοιστα
  5. πήματα, λύματα, δείματα κέν-
  6. τρῳ ψύχειν ψυχὰν ἀμφάκει.[*](δείματα κέντρῳ ψύχειν ψυχὰν ἀμφάκει Weil: δείματ᾽ ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν M)
  7. ἰὼ ἰὼ μοῖρα μοῖρα,
  8. πέφρικ᾽ εἰσιδοῦσα[*](εἰσιδοῦσα recc.: ἐσιδοῦσα M) πρᾶξιν Ἰοῦς.
Προμηθεύς
  1. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ:
  2. ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
  1. λέγ᾽, ἐκδίδασκε: τοῖς νοσοῦσί τοι γλυκὺ
  2. τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
  1. τὴν πρίν γε χρείαν[*](χρείαν recc.: χρεῖαν τ᾽ M) ἠνύσασθ᾽ ἐμοῦ πάρα
  2. κούφως: μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
  3. τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης:
  4. τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη