Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
- ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
- ἄκουσαν ἄκων: ἀλλ᾽ ἐπηνάγκαζέ νιν
- Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
- εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
- ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ
- μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
- ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
- Λέρνης τε κρήνην:[*](τε κρήνην Canter: ἄκρην τε M) βουκόλος δὲ γηγενὴς
- ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
- ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
- ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος[*](ἀφνίδιος Elmsley: αἰφνίδιος codd.: ἄπτερος ex Hesych. W. Headlam) μόρος
- τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
- μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
- κλύεις τὰ πραχθέντ᾽: εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
- λοιπὸν πόνων, σήμαινε: μηδέ μ᾽ οἰκτίσας
- σύνθαλπε μύθοις ψευδέσιν:[*](ψεύδέσσιν M) νόσημα γὰρ