Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Λέρνης τε κρήνην:[*](τε κρήνην Canter: ἄκρην τε M) βουκόλος δὲ γηγενὴς
- ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
- ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
- ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος[*](ἀφνίδιος Elmsley: αἰφνίδιος codd.: ἄπτερος ex Hesych. W. Headlam) μόρος
- τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
- μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
- κλύεις τὰ πραχθέντ᾽: εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
- λοιπὸν πόνων, σήμαινε: μηδέ μ᾽ οἰκτίσας
- σύνθαλπε μύθοις ψευδέσιν:[*](ψεύδέσσιν M) νόσημα γὰρ
- αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
- ἔα ἔα, ἄπεχε, φεῦ:
- οὔποθ᾽ <ὧδ᾽>[*](οὔποθ᾽ ὧδ᾽ Wecklein: οὔποτ᾽ codd.) οὔποτ᾽ ηὔχουν[*](ηὔχουν schol., recc.: ηὐχόμην M) ξένους
- μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
- οὐδ᾽ ὧδε δυσθέατα καὶ[*](καὶ recc.: omittit M) δύσοιστα
- πήματα, λύματα, δείματα κέν-
- τρῳ ψύχειν ψυχὰν ἀμφάκει.[*](δείματα κέντρῳ ψύχειν ψυχὰν ἀμφάκει Weil: δείματ᾽ ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν M)
- ἰὼ ἰὼ μοῖρα μοῖρα,
- πέφρικ᾽ εἰσιδοῦσα[*](εἰσιδοῦσα recc.: ἐσιδοῦσα M) πρᾶξιν Ἰοῦς.
- πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ:
- ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.